1.

[5.62] καὶ μὴν οὐδὲ ἔνεστι λέγειν ὡς διὰ σημείων τινῶν καταλαμβάνεσθαι πέφυκεν ὁ τῆς συλλήψεως χρόνος, καθάπερ ἐκ τοῦ κατεξηράνθαι μὲν μετὰ τὴν μῖξιν τοὺς γυναικείους κόλπους, μεμυκέναι δέ, εἰ οὕτω τύχοι, τὸ τῆς μήτρας στόμιον, ἐπεσχῆσθαι δὲ τὴν ἔμμηνον κάθαρσιν, κίσσαν δὲ ἐπιγίγνεσθαι.