1.

[5.63] πρῶτον μὲν γὰρ καὶ ταῦτα κοινοποιεῖται τὰ σημεῖα πρὸς τὰς μὴ συνειληφυίας˙ εἶτα καὶ εἰ μὴ κοινοποιοῖτο, γενομένην ἤδη κατὰ πλάτος πλειόνων ἡμερῶν διελθουσῶν σύλληψιν δηλοῖ, καὶ οὐ πρὸς ἀκρίβειαν καὶ ὑπόγυον καὶ ἐν ὡριαίοις κειμένην διαστήμασιν.