1.

[5.68] ὅτι δὲ οὐδὲ τὸ ὡροσκόπιον ἀπλανές ἐστιν αὐτοῖς, πάρεστι κατὰ τὸν ὅμοιον ἐπιλογίζεσθαι τρόπον. ὅταν γὰρ λέγωσιν ὅτι ὁ παρεδρεύων τῇ ὠδινούσῃ τὴν ἀπότεξιν δίσκῳ σημαίνει τῷ ἐπὶ τῆς ἀκρωρείας ἀστεροσκοποῦντι Χαλδαίῳ, κἀκεῖνος εἰς οὐρανὸν ἀποβλέπων ἐπισημειοῦται τὸ ἀνίσχον ζῴδιον, τὸ μὲν πρῶτον ὑποδείξομεν αὐτοῖς, ὅτι τῆς ἀποτέξεως ἀορίστου τυγχανούσης, καθὼς μικρῷ πρόσθεν παρεστήσαμεν, οὐδὲ τὸ δίσκῳ διασημαίνειν ταύτην εὔκολον.