1.

[5.71] ἄλλως τε ἡ τοιαύτη παρατήρησις νύκτωρ ἴσως δύναται προκόπτειν τοῖς Χαλδαίοις, ὅτε τά τε ἐν τῷ ζῳδιακῷ βλέπεται κύκλῳ καὶ οἱ σχηματισμοὶ τῶν ἀστέρων εἰσὶν ἐμφανεῖς. ἐπεὶ οὖν τινὲς καὶ μεθ' ἡμέραν γεννῶνται, ὅτε οὐδὲν τῶν προειρημένων δυνατόν ἐστι παρασημειοῦσθαι, μόνας δέ, εἰ καὶ ἄρα, τὰς τοῦ ἡλίου κινήσεις, ῥητέον ἐπὶ τινῶν μὲν δυνατὴν εἶναι τὴν τῶν Χαλδαίων μέθοδον ἐπὶ τινῶν δὲ ἀδύνατον.