1.

[5.72] ὅρα δὲ μή ποτε καὶ νύκτωρ οὐκ ἰσχύουσιν ἀπλανεῖς διὰ παντὸς ποιεῖσθαι τὰς τῶν οὐρανίων παρατηρήσεις˙ πολλάκις γὰρ συννεφεῖς εἰσιν αἱ νύκτες καὶ ἀχλυώδεις, ἀγαπητὸν δὲ ἦν πάσης ἀναιρουμένης τοιαύτης προφάσεως τὸ βέβαιον εὑρεῖν ἐν τῷ μαθήματι, μή τοί γε καὶ κωλύματός τινος ὄντος πρὸς τὴν ἀκριβῆ τῶν οὐρανίων κατάληψιν.