1.

[5.73] Ἀθετήσαντες δὴ καὶ τὸ κατὰ τοὺς Χαλδαίους ὡροσκόπιον, συντόμως τε παραστήσαντες τὸν κατὰ τὴν γένεσιν χρόνον ἄληπτον αὐτοῖς εἶναι, ἐπὶ τὸ λειπόμενον τῆς ὑποσχέσεως (Cfr. §§ 52-54) μέρος χωρῶμεν. ἐλείπετο δὲ καὶ περὶ τῆς ἀναφορᾶς τῆς ἐν τῷ ζῳδιακῷ κύκλῳ διελθεῖν, ἀποστάντας τῶν ἔμπροσθεν ἐκκειμένων ἡμῖν ἐλέγχων.