1.

[5.74] φαμὲν τοίνυν ὅτι δυσδιόριστοί εἰσιν ἀπ' ἀλλήλων, μᾶλλον δὲ ἀδυνάτως ἔχουσι κατὰ τὸ ἀκριβὲς ὁρισθῆναι αἱ τῶν ζῳδίων μοῖραι, ἀλλ' εἰκός ἐστιν ἤδη ἀνεσχηκὸς ζῴδιον δοκεῖν μήπω ἀνατεταλκέναι, καὶ ἀνάπαλιν μήπω ἀνατεταλκὸς δοκεῖν ἤδη ἀνεσχηκέναι.