1.

[5.75] οὐδὲ γὰρ ἡ προειρημένη τῶν ὑδριῶν ἔφοδος (Cfr. §§ 24 sq.) δύναταί τι τοῖς Χαλδαίοις παρεπικουρεῖν, ἐπείπερ καὶ παρὰ τὸ ῥέον ὕδωρ καὶ παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν ἀνώμαλα τὰ τῆς ῥύσεως καὶ τῶν ἀντιπαρηκόντων τῇ ῥύσει χρόνων. τὴν μὲν γὰρ τοῦ ὕδατος φορὰν εἰκός ἐστιν ἀνόμοιον γίνεσθαι κατ' ἀρχάς, ὅτε καθαρόν ἐστι τὸ ῥέον, καὶ ἐξ ὑστέρου, ὅτε ἰλυῶδες καὶ δυσρευστότερον˙