1.

[5.78] τὸ δὲ πάντων κυριώτατον, ἕκαστον τῶν ζῳδίων οὐ συνεχές ἐστι σῶμα͵ οὐδ΄ ὥσπερ ἡρμολογημένον τῷ πρὸ ἑαυτοῦ καὶ τῷ μεθ΄ αὑτὸ συνῆπται μηδεμιᾶς μεταξὺ πιπτούσης διαστάσεως, ἀλλ' ἐκ διεσπαρμένων ἀστέρων συνέστηκε καὶ μεταξύτητάς τινας ἐχόντων καὶ διαλείμματα, τοῦτο μὲν κατὰ τὴν μεσότητα τοῦτο δὲ πρὸς τοῖς πέρασιν.