1.

[5.82] προσθετέον δὲ τούτοις ὡς ἐναργέστατον τῆς Χαλδαϊκῆς ἔλεγχον καὶ τὴν περὶ τῷ ὁρίζοντι τοῦ ἀέρος διαφοράν˙ εἰκὸς γὰρ παχυμεροῦς αὐτοῦ καθεστῶτος κατὰ ἀνάκλασιν τῆς ὄψεως τὸ ὑπὸ γῆν ἔτι καθεστὼς ζῴδιον δοκεῖν ἤδη ὑπὲρ γῆν τυγχάνειν, ὁποῖόν τι καὶ ἐπὶ τῆς ἐφ' ὕδατος ἀντανακλωμένης ἡλιακῆς ἀκτῖνος γίνεται˙ μὴ βλέποντες γὰρ τὸν ἥλιον αὐτὸν 〈ταύτην〉 πολλάκις ὡς ἥλιον δοξάζομεν.