1.

[5.83] τὸ δὲ πάντων συνεκτικώτατον, εἰ μὲν πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην τὰ οὐράνια παρατηροῦσιν ἕκαστον τοῦ ζῳδιακοῦ δωδεκατημόριον ἰσοχρόνως ἐφαίνετο καὶ κατὰ τὴν αὐτὴν εὐθεῖαν ἐθεωρεῖτο, τάχ' ἴσως ἂν ἐδύναντο Χαλδαίων παῖδες παγίως λαβεῖν τὸ περὶ τὸν ὁρίζοντα ἀνίσχον ζῴδιον.