1.

[5.84] νυνὶ δὲ ἐπεὶ οὐ παρὰ πᾶσιν ἰσοχρόνως ἀναφαίνεται ἀλλὰ τοῖς μὲν θᾶττον τοῖς δὲ βράδιον καὶ τισὶ μὲν πλάγιον τισὶ δὲ ὀρθόν, ἐπακολουθεῖ τὸ μὴ πᾶσι τὸ αὐτὸ δοκεῖν ὡροσκοπεῖν ζῴδιον, ἀλλὰ τὸ τούτοις ἤδη δοκοῦν ἀνατεταλκέναι, τοῦτ' ἄλλοις ἀκμὴν [Note:
0. Sulla lezione alternativa di S[Unknown rendering: pedice]1[End rendering] (ἔτι) cfr. Theiler 1956, 283.
] ὑπόγειον ὑπάρχειν, καὶ τὸ ἑτέροις φαινόμενον ἐν ἀποκλίματι τοῦ ὡροσκοποῦντος ζῳδίου, τοῦτο ἑτέροις θεωρεῖσθαι ὡροσκοποῦν.