1.

[5.85] καὶ ὅτι ταῦθ' οὕτως ἔχει, πρόδηλον ἐκ τοῦ καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καθάπερ ἀρκτοῦρον καὶ κύνα, μὴ κατὰ τὸν αὐτὸν χρόνον τοῖς ἐν παντὶ κλίματι κατοικοῦσι φαίνεσθαι ἀλλ' ἄλλοις κατ' ἄλλον.
. Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται κατ΄ ἀκρίβειαν τὸ ὡροσκοποῦν ζῴδιον λαβεῖν͵ διὰ δὲ τοῦτο οὐδὲ τῶν ἄλλων τι κέντρων͵ ἀφ΄ ὧν αἱ προαγορεύσεις γίνονται τοῖς Χαλδαίοις͵ αὐτάρκως παρεστήσαμεν.