1.

[5.86] ἐκ περιουσίας δὲ λεκτέον ὅτι κἂν καταληπτὸς ᾖ ὁ ἀκριβὴς τῆς τούτων ἐπαναφορᾶς χρόνος, ἐκεῖνο μὲν συμφανὲς ὅτι οὐθεὶς τῶν παραγινομένων πρὸς τοὺς Χαλδαίους ἰδιωτῶν τετηρηκὼς ἐφ' ἑαυτοῦ τὸν ἀκριβῆ χρόνον παραγίνεται˙ πολλῆς γὰρ ἦν τεχνιτείας τὸ πρᾶγμα, ὡς πρότερον (Cfr. §§ 27-28) ἐδείκνυμεν, καὶ πλέον ἢ κατ' ἰδιώτην ὁ λόγος ὑπέφαινεν.