1.

[5.87] ἐπεὶ οὖν ὁ Χαλδαῖος οὐκ ἐτήρησε τὸν ἀκριβῆ τῆς γενέσεως χρόνον ἐπὶ τοῦδε τοῦ ἰδιώτου ἀλλὰ παρ' αὐτοῦ τοῦτον ἀκούει, οὑτοσὶ δὲ ὁ ἰδιώτης τὰ μὲν δι' ἀπειρίαν τὰ δὲ καὶ διὰ τὸ μὴ πάνυ τι ἐσπουδακέναι περὶ τὸ πρᾶγμα πάλιν οὐκ οἶδε τὸν ἀκριβῆ χρόνον, καταλείπεται ἄρα πρόρρησιν μὲν μηδ' ἡντινοῦν βεβαίαν, πλάνην δὲ καὶ φενακισμὸν ἀπὸ Χαλδαϊκῆς τοῖς ἀνθρώποις περιγίνεσθαι.