1.

[5.88] Εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνεσθαι ἀλλὰ τὸν ὁλοσχερῆ καὶ ἐν πλάτει, ὑπ' αὐτῶν σχεδὸν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων˙ οἱ γὰρ ἐν τῷ αὐτῷ καθ' ὁλοσχέρειαν χρόνῳ γεννηθέντες οὐ τὸν αὐτὸν ἔζησαν βίον, ἀλλ' οἱ μὲν λόγου χάριν ἐβασίλευσαν οἱ δὲ ἐν πέδαις κατεγήρασαν.