1.

[5.90] καὶ μὴν οὐδὲ μετρίως ἐλέγχειν (Cfr. § 88) φαίνεται τοὺς Χαλδαίους καὶ ὁ ἀναστρέφων πρὸς τὴν εἰρημένην ἐπιχείρησιν λόγος. εἰ γὰρ οἱ τὸ αὐτὸ διάθεμα τῆς γενέσεως ἔχοντες τοῖς αὐτοῖς ἀποτελέσμασιν ἐν τῷ βίῳ περιπίπτουσι, πάντως καὶ οἱ διαφόρους ἔχοντες γενέσεις διάφοροι γίνονται.