1.

[5.91] ὅπερ ἐστὶ ψεῦδος˙ ὁρῶμεν γὰρ πολλοὺς κατά τε ἡλικίας διαφέροντας καὶ κατὰ μορφὰς σωμάτων καὶ κατὰ ἄλλας παμπληθεῖς παθῶν ἰδιότητας τῷ ὁμοίῳ τέλει περιπεπτωκότας καὶ ἤτοι ἐν πολέμῳ ἀπολομένους ἢ ἐν συμπτώσεσιν οἰκιῶν ἀποληφθέντας ἢ ναυαγίοις καταποντισθέντας˙ οἷς, εἴπερ ἔζων, πῶς ἂν ὁ Χαλδαῖος προειρήκει τὴν ἐσομένην τοῦ βίου καταστροφήν, ἄξιον διαπορεῖν.