1.

[5.92] εἰ γὰρ ὁ μὲν ἐν τῇ ἀκίδι τοῦ τοξότου γεννηθεὶς κατὰ τὸν μαθηματικὸν σφαγήσεται λόγον, πῶς αἱ τοσαῦται μυριάδες τῶν βαρβάρων ἀνταγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ὑφ' ἓν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πάντων ὁ αὐτὸς ἦν ὡροσκόπος. καὶ πάλιν 〈εἰ〉 ὁ ἐν τῇ κάλπιδι τοῦ ὑδροχόου γεννηθεὶς ναυαγήσει, πῶς οἱ ἀπὸ Τροίας ἀνακομιζόμενοι τῶν Ἑλλήνων περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν;