1.

[5.95] τοίνυν οὔκ ἐστιν εὔλογον πρὸς τὰς τῶν ἀστέρων κινήσεις διοικεῖσθαι τὸν βίον˙ ἢ εἴπερ ἐστὶν εὔλογον, ἡμῖν πάντως ἀκατάληπτον.
Ἀπὸ δὲ τῆς αὐτῆς ὁρμώμενοι δυνάμεως δυσωπήσομεν αὐτοὺς καὶ ἐν οἷς συνοικειοῦν θέλουσι τοῖς τῶν ζῳδίων τύποις τάς τε μορφὰς καὶ τὰ ἤθη τῶν ἀνθρώπων, οἷον ὅταν λέγωσιν, ὁ ἐν λέοντι γεννηθεὶς ἀνδρεῖος ἔσται, ὁ δὲ ἐν παρθένῳ τετανόθριξ χαροπὸς λευκόχρως ἄπαις αἰδήμων.