1.

[5.96] ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια γέλωτος μᾶλλον ἢ σπουδῆς ἐστιν ἄξια. πρῶτον μὲν γάρ, εἰ ὅτι ἄλκιμον καὶ ἀρρενωπόν ἐστιν ὁ λέων, φασὶ τὸν ἐν αὐτῷ γεννώμενον ἀνδρεῖον τυγχάνειν, πῶς τὸν ταῦρον ἀναλογοῦντα τούτῳ θῆλυ νομίζουσι ζῷον;