1.

[5.97] εἶτα μάταιον τὸ οἴεσθαι ζῴδιον κάλλιστον τὸν λέοντα τὸν ἐν οὐρανῷ ἀναλογίαν ἔχειν τῷ ἐπὶ γῆς˙ εἰκὸς γὰρ τοὺς παλαιοὺς τὰ τοιαῦτα τῶν ὀνομάτων τίθεσθαι κατὰ ψιλὴν τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, τάχα δὲ οὐδὲ κατ' αὐτὴν ἀλλ' εὐσήμου χάριν διδασκαλίας.