1.

[5.99] οὐ μὴν ἀλλὰ καὶ ὡς ἀνώτερον (Cfr. §§88 sqq.) ἐλέγομεν, τῶν ἐν τούτῳ τῷ ζῳδίῳ γεννωμένων οὔθ' αἱ μορφαί εἰσιν αἱ αὐταὶ οὔτε τὰ ἤθη ἐστὶν ὅμοια, ἐκτὸς εἰ μὴ τὰς μοίρας εἰς ἃς ἕκαστον διαιρεῖται (Cfr. §5) ζῴδιον καὶ τὰ λεπτὰ φήσουσι τῆς τοιαύτης διαφορᾶς εἶναι ποιητικά. ὃ πάλιν ἐστὶν ἀδύνατον˙ ἐδείξαμεν γὰρ (Cfr. §§74 sqq.) τὴν ἐν αὐτοῖς τοῖς χρόνοις τῆς ἀποτέξεως καὶ ὡροσκοπήσεως ἀκρίβειαν ἀσύστατον.