1.

[5.100] δυοῖν τε θάτερον˙ ἢ γὰρ ὅτι λέων λέγεται τὸ ζῴδιον, καὶ ὁ γεννηθεὶς ἀνδρεῖος γίνεται, ἢ ὅτι τραπέντος τοῦ ἀέρος ὑπὸ τοῦ κατ' οὐρανὸν λέοντος τοιαῦται συμβαίνουσι καὶ περὶ τὸν ἀποτικτόμενον ἄνθρωπον διαθέσεις. ἀλλὰ διὰ μὲν τὸ λέοντα καλεῖσθαι τὸ ὡροσκοποῦν ζώδιον οὐ πιθανὸν ἀνδρεῖον γίνεσθαι˙ τούτῳ γὰρ τῷ λόγῳ ἐχρῆν καὶ τοὺς τῷ ἐπιγείῳ λέοντι συναποτεχθέντας ἢ συνανατραφέντας ἀνδρείους ὑπάρχειν παρόσον λέων λέγεται τὸ ᾧ συνανετράφησαν ζῷον.