1.

[5.101] εἰ δὲ διὰ τὴν τοῦ ἀέρος τροπήν, τί τοῦτο πρὸς τὴν τοῦ βίου διαφοράν; εἰς μὲν γὰρ τὸ ἰσχυρὸν τῷ σώματι γίνεσθαι τὸ γεννώμενον καὶ θηριῶδες τοῖς ἤθεσιν τάχα συμβάλλεται ἡ ποιὰ τοῦ ἀέρος κρᾶσις, εἰς δὲ τὸ δανείοις κατάχρεων γενέσθαι τὸ γεν νώμενον ἢ βασιλεύειν ἢ δεσμευθῆναι ἢ σπανότεκνον ἢ σπανάδελφον ὑπάρχειν οὐδ᾽ ὁτιοῦν φαίνεται συνεργεῖν ὁ ἀήρ.