[48] Τὸν κιθαρῳδὸν ἀεὶ καταλειπόμενον ὑπὸ τῶν ἀκροατῶν ἠσπάσατο, "χαῖρε ἀλέκτορ"˙ τοῦ δὲ εἰπόντος, "διὰ τί;" "ὅτι," ἔφη, "ᾄδων πάντας ἐγείρεις." μειρακίου διαδεικνυμένου πληρώσας τὸ προκόλπιον θέρμων ἀντικρὺς ἔκαπτε˙ τοῦ δὲ πλήθους εἰς αὐτὸν ἀφορῶντος θαυμάζειν ἔφη πῶς ἐκεῖνον ἀφέντες εἰς αὐτὸν ὁρῶσι. λέγοντος δ' αὐτῷ τινος ἰσχυρῶς δεισιδαίμονος, "μιᾷ πληγῇ τὴν κεφαλήν σου διαρρήξω," "ἐγὼ δέ γε," εἶπε, "πταρὼν ἐξ ἀριστερῶν τρέμειν σε ποιήσω." Ἡγησίου παρακαλοῦντος χρῆσαί τι αὐτῷ τῶν συγγραμμάτων, "μάταιος," ἔφη, "τυγχάνεις, ὦ Ἡγησία, ὃς ἰσχάδας μὲν γραπτὰς οὐχ αἱρῇ, ἀλλὰ τὰς ἀληθινάς˙ ἄσκησιν δὲ παριδὼν τὴν ἀληθινὴν ἐπὶ τὴν γεγραμμένην ὁρμᾷς." [48] Τὸν κιθαρῳδὸν ἀεὶ καταλειπόμενον ὑπὸ τῶν ἀκροατῶν ἠσπάσατο, "χαῖρε ἀλέκτορ"˙ τοῦ δὲ εἰπόντος, "διὰ τί;" "ὅτι," ἔφη, "ᾄδων πάντας ἐγείρεις." μειρακίου ἐπιδεικνυμένου πληρώσας τὸ προκόλπιον θέρμων ἀντικρὺ ἔκαπτε˙ τοῦ δὲ πλήθους εἰς αὐτὸν ἀφορῶντος θαυμάζειν ἔφη πῶς ἐκεῖνον ἀφέντες εἰς αὐτὸν ὁρῶσι. λέγοντος δ' αὐτῷ τινος ἰσχυρῶς δεισιδαίμονος, "μιᾷ πληγῇ τὴν κεφαλήν σου διαρρήξω," "ἐγὼ δέ γε," εἶπε, "πταρὼν ἐξ ἀριστερῶν τρέμειν σε ποιήσω." Ἡγησίου παρακαλοῦντος χρῆσαί τι αὐτῷ τῶν συγγραμμάτων, "μάταιος," ἔφη, "τυγχάνεις, ὦ Ἡγησία, ὃς ἰσχάδας μὲν γραπτὰς οὐχ αἱρῇ, ἀλλὰ τὰς ἀληθινάς˙ ἄσκησιν δὲ παριδὼν τὴν ἀληθινὴν ἐπὶ τὴν γεγραμμένην ὁρμᾷς." [48] Τὸν κιθαρῳδὸν ἀεὶ καταλειπόμενον ὑπὸ τῶν ἀκροατῶν ἠσπάσατο, "Χαῖρε ἀλέκτορ"˙ τοῦ δὲ εἰπόντος, "Διὰ τί;" " Ὅτι," ἔφη, "ᾄδων πάντας ἐγείρεις." Μειρακίου [40415] ἐπιδεικνυμένου πληρώσας τὸ προκόλπιον θέρμων ἀντικρὺ ἔκαπτε˙ τοῦ δὲ πλήθους εἰς αὐτὸν ἀφορῶντος θαυμάζειν ἔφη πῶς ἐκεῖνον ἀφέντες εἰς αὐτὸν ὁρῶσι. Λέγοντος δὲ [4051] αὐτῷ τινος ἰσχυρῶς δεισιδαίμονος˙ "Μιᾷ πληγῇ τὴν κεφαλήν σου διαρρήξω," " Ἐγὼ δέ γε," εἶπε, "πταρὼν ἐξ ἀριστερῶν τρέμειν σε ποιήσω." Ἡγησίου παρακαλοῦντος χρῆσαί τι αὐτῷ τῶν συγγραμμάτων, "Μάταιος," ἔφη, "τυγχάνεις, [4055] ὦ Ἡγησία, ὃς ἰσχάδας μὲν γραπτὰς οὐχ αἱρῇ, ἀλλὰ τὰς ἀληθινάς˙ ἄσκησιν δὲ παριδὼν τὴν ἀληθινὴν ἐπὶ τὴν γεγραμμένην ὁρμᾷς."