1.

[5.103] καθόλου δέ, ἐπεὶ οὐδ' ἐνδείκνυσθαι λέγουσιν αὐτοῖς τοὺς ἀστέρας τὰς τῶν ἀνθρωπίνων βίων διαφοράς, ἀλλ' αὐτοὶ ταύτας συμπαρατετηρηκέναι ταῖς τῶν ἀστέρων σχέσεσι, φημὶ ὅτι εἰ μελλήσει βέβαιος πρόρρησις γίνεσθαι, δεῖ τὴν αὐτὴν τῶν ἀστέρων σχέσιν μὴ ἅπαξ συμπαρατετηρηκέναι τῷ ἑνὸς τινὸς βίῳ ἀλλὰ καὶ δεύτερον δευτέρου καὶ τρίτον τρίτου, ἵνα ἐκ τοῦ διομαλίζειν ἐπὶ πάντων τὰς τῶν ἀποτελεσμάτων ἐκβάσεις μάθωμεν, ὅτι τῶν ἀστέρων τοιοῦτον ἀναδεξαμένων τὸν σχηματισμὸν τόδε πάντως ἔσται τὸ ἀποβησόμενον˙