1.

[5.104] καὶ ὃν τρόπον ἐν τῇ ἰατρικῇ ἐτηρήσαμεν ὅτι ἡ τῆς καρδίας τρῶσις αἴτιόν ἐστι θανάτου περίψυξίς ἐστι θάνατος [Note:
0. Credo che alla lezione stampata da Mau (e attestata solo da S) vada preferita quella di tutti gli altri manoscritti: ἡ τῆς καρδίας τρῶσις αἴτιόν ἐστι θανάτου (cfr. già Bury 1949, 368 e soprattutto Westerink 1955, 329).
], οὐ τὴν Δίωνος μόνον τελευτὴν αὐτῇ συμπαρατηρήσαντες ἀλλὰ καὶ Θέωνος καὶ Σωκράτους καὶ ἄλλων πολλῶν, οὕτω καὶ ἐν μαθηματικῇ εἰ πιστόν ἐστιν ὅτι ὅδε ὁ σχηματισμὸς τῶν ἀστέρων τοιούτου βίου μηνυτικὸς καθέστηκεν, πάντως οὐχ ἅπαξ ἐφ' ἑνὸς ἀλλὰ πολλάκις ἂν ἐπὶ πολλῶν παρετηρήθη.