1.

[7.8] πλὴν οἱ μὲν τοῦ φυσικοῦ μέρους προστάντες εἰσὶν οἵδε, τοῦ δὲ ἠθικοῦ μόνου ἐπεμελεῖτο Σωκράτης κατά γε τοὺς ἄλλους αὐτοῦ γνωρίμους, εἴγε καὶ ὁ Ξενοφῶν ἐν τοῖς ἀπομνημονεύμασι (
I 1, 11 sqq.
) ῥητῶς φησιν ἀπαρνεῖσθαι αὐτὸν τὸ φυσικὸν ὡς ὑπὲρ ἡμᾶς καθεστηκὸς καὶ μόνον σχολάζειν τῷ ἠθικῷ ὡς πρὸς ἡμᾶς ὄντι. τοιοῦτον δ' αὐτὸν οἶδε καὶ ὁ Τίμων, ἐν οἷς φησιν (
fr. 25 Diels
)
‘ἐκ δ' ἄρα τῶν ἀπέκλινεν 〈ὁ〉 λαξόος’, ἐννομολέσχης,
τουτέστιν ἀπὸ τῶν φυσικῶν ἐπὶ τὴν ἠθικὴν θεωρίαν˙ διὸ καὶ ἐννομολέσχης προσέθηκεν, ἅτε τοῦ ἠθικοῦ μέρους ὄντος τοῦ περὶ νόμων διαλέγεσθαι.