1.

[7.10] τοῦ δὲ ἠθικοῦ ὅτι περὶ ἀρετῆς καὶ πολιτείας καὶ νόμων διασκέπτεται, τοῦ δὲ φυσικοῦ ὅτι καὶ περὶ κόσμου τι καὶ περὶ ζῳογονίας καὶ ψυχῆς πεφιλοσόφηκεν. ἔνθεν καὶ ὁ Τίμων (
fr. 62 Diels
) αἰτιᾶται τὸν Πλάτωνα ἐπὶ τῷ οὕτω καλλωπίζειν τὸν Σωκράτην πολλοῖς μαθήμασιν˙ ‘ἢ γάρ, φησί, τὸν οὐκ ἐθέλοντα μεῖναι ἠθολόγον’.