1.

[7.20] Ἀλλὰ γὰρ τριμεροῦς οὔσης τῆς φιλοσοφίας οἱ μὲν πρῶτον μέρος τάττουσι τὸ φυσικόν, ἐπεὶ καὶ χρόνῳ μὲν πρεσβυτάτη ἐστὶν ἡ περὶ τὴν φυσικὴν πραγματεία ὡς καὶ μέχρι νῦν τοὺς πρώτους φιλοσοφήσαντας φυσικοὺς καλεῖσθαι, τάξει δέ, ὅτι πρῶτον ἁρμόττει περὶ τῶν ὅλων διαλαβεῖν καὶ τότε περὶ τῶν ἐπ' εἴδους καὶ τἀνθρώπου σκέπτεσθαι.