1.

[7.22] οἱ δὲ Ἐπικούρειοι ἀπὸ τῶν λογικῶν εἰσβάλλουσιν˙ τὰ γὰρ κανονικὰ πρῶτον ἐπιθεωροῦσιν, περί τε ἐναργῶν καὶ ἀδήλων καὶ τῶν τούτοις ἀκολούθων ποιοῦνται τὴν ὑφήγησιν. οἱ δὲ ἀπὸ τῆς Στοᾶς (Cfr.
SVF fr. II 44 Arn. (ed).
) καὶ αὐτοὶ ἄρχειν μέν φασι τὰ λογικά, δευτερεύειν δὲ τὰ ἠθικά, τελευταῖα δὲ τετάχθαι τὰ φυσικά.