1.

[7.24] Ταῦτα μὲν καὶ οὗτοι˙ ἡμεῖς δὲ τὸ μὲν ἀκριβὲς ἐν τῷ πράγματι τὰ νῦν οὐ σκεπτόμεθα, ἐκεῖνο δέ φαμεν ὡς εἴπερ ἐν παντὶ μέρει φιλοσοφίας ζητητέον ἐστὶ τἀληθές, πρὸ παντὸς δεῖ τὰς ἀρχὰς καὶ τοὺς τρόπους τῆς τούτου διαγνώσεως ἔχειν πιστούς. ὁ δέ γε λογικὸς τόπος τὴν περὶ τῶν κριτηρίων καὶ τῶν ἀποδείξεων θεωρίαν περιεῖχεν˙