1.

[7.26] οἶμαι γὰρ ὡς τούτων ἀναιρεθέντων οὐδεμία ἔτι καταλειφθήσεται ζήτησις περὶ τοῦ δεῖν ἐπέχειν ἅτε μήτε ἐν τοῖς προφανέσι μήτε ἐν τοῖς συνεσκιασμένοις εὑρισκομένου τινὸς ἀληθοῦς. ἀρχέτω οὖν ὁ περὶ τοῦ κριτηρίου λόγος, ἐπεὶ καὶ πάντων τῶν τῆς καταλήψεως τρόπων περιληπτικὸς εἶναι δοκεῖ.