1.

εἰ ἔστι κριτήριον ἀληθείας.
[7.27] Ἡ περὶ κριτηρίου ζήτησις οὐ μόνον διὰ τὸ φύσει φιλάληθες ζῷον εἶναι τὸν ἄνθρωπον, ἀλλὰ καὶ διὰ τὸ τὰς γενικωτάτας τῆς φιλοσοφίας αἱρέσεις περὶ τῶν κυριωτάτων βραβεύειν, πᾶσίν ἐστι περιμάχητος. ἢ γὰρ τὸ μέγα καὶ σεμνὸν τῶν δογματικῶν αὔχημα ἀναιρεῖσθαι ἄρδην δεήσει, μηδενὸς εὑρισκομένου κανόνος τῆς κατ' ἀλήθειαν τῶν πραγμάτων ὑπάρξεως, ἢ ἀνάπαλιν ὡς προπετεῖς ἐλέγχεσθαι τοὺς σκεπτικοὺς καὶ τῆς κοινῆς πίστεως κατατολμήσαντας, ἐὰν φαίνηταί τι τὸ δυνάμενον ἡμᾶς ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν ὁδηγεῖν. καὶ γὰρ σχέτλιον, εἰ τὰ μὲν ἐκτὸς κριτήρια μετὰ πάσης σπουδῆς ἀναζητήσομεν, οἷον κανόνας καὶ διαβήτας σταθμία τε καὶ τρυτάνας, τὸ δὲ ἐν ἡμῖν καὶ τούτων αὐτῶν δοκιμαστικὸν εἶναι δοκοῦν παρήσομεν.