1.

[7.28] τάξει τοίνυν ὡς ἂν περὶ τῶν ὅλων οὔσης τῆς σκέψεως ἀναλαβόντες, ἐπεὶ δύο μέρη ἐμφέρεται τῇ προτάσει, τό τε κριτήριον καὶ ἡ ἀλήθεια, ἐν μέρει τὸν περὶ ἑκατέρου τούτων λόγον ποιησόμεθα, καὶ ὁτὲ μὲν ἐξηγητικῶς ὑποδεικνύντες, ποσαχῶς λέγεται τὸ κριτήριον καὶ ἡ ἀλήθεια, καὶ τίνα ποτὲ κατὰ τοὺς δογματικοὺς εἶχε φύσιν, ὁτὲ δὲ καὶ ἀπορητικώτερον σκεπτόμενοι, εἰ δύναταί τι τούτων ὑπάρχειν.