1.

περὶ κριτηρίου.
[7.29] Αὐτίκα (Cfr. PH II 14) τοίνυν τὸ κριτήριον (ἀρκτέον γὰρ ἀπὸ τούτου) λέγεται πρῶτον μὲν διχῶς, καθ' ἕνα μὲν τρόπον ᾧ προσέχοντες τὰ μὲν ποιοῦμεν τὰ δὲ οὐδαμῶς, καθ' ἕτερον δὲ ᾧ προσέχοντες τὰ μὲν ὑπάρχειν φαμὲν τὰ δὲ μὴ ὑπάρχειν καὶ ταυτὶ μὲν ἀληθῆ καθεστάναι ταυτὶ δὲ ψευδῆ. ὧν τὸ μὲν πρότερον ἐν τοῖς περὶ τῆς σκεπτικῆς ἀγωγῆς (Cfr. PH I 21-24 ) ἐξεθέμεθα˙