1.

[7.31] (§§ 31-35 cfr. PH II 15-16) τὸ δ' ἕτερον, λέγω δὲ τὸ τῆς ὑπάρξεως καὶ περὶ οὗ τὰ νῦν σκεπτόμεθα, λέγεσθαι δοκεῖ τριχῶς, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν γὰρ πᾶν μέτρον καταλήψεως, καθ' ὃ σημαινόμενον καὶ τὰ φυσικὰ κριτήρια ταύτης ἠξίωται τῆς προσηγορίας, οἷον ὅρασις ἀκοὴ γεῦσις˙