1.

[7.35] πάρεστι μέντοι καὶ τὸ λογικὸν τοῦτο ὑποδιαιρεῖσθαι, λέγοντας τὸ μέν τι εἶναι κριτήριον ὡς ὑφ' οὗ, τὸ δὲ ὡς δι' οὗ, τὸ δὲ ὡς προσβολὴ καὶ σχέσις. ὑφ' οὗ μὲν ὡς ἄνθρωπος, δι' οὗ δὲ ὡς αἴσθησις, τὸ δὲ τρίτον ὡς ἡ προσβολὴ τῆς φαντασίας.