1.

[7.37] δεόμεθα τῶν προειρημένων ἡμῖν τριῶν κριτηρίων, καὶ ἔοικε τῷ μὲν ζυγοστάτῃ ἢ τέκτονι ὁ ἄνθρωπος, ὑφ' οὗ γίνεται ἡ κρίσις, τῷ δὲ ζυγῷ καὶ κανόνι ἡ αἴσθησις καὶ ἡ διάνοια, δι' ἧς γίνεται τὰ τῆς κρίσεως, τῇ δὲ σχέσει τῶν προειρημένων ὀργάνων ἡ προσβολὴ τῆς φαντασίας, καθ' ἣν ὁ ἄνθρωπος ἐπιβάλλεται κρίνειν. ἀλλὰ περὶ μὲν κριτηρίου ταῦτα ἀναγκαῖον ἦν ἐπὶ τοῦ παρόντος προλαβεῖν˙