1.

[7.40] συστάσει δὲ καθόσον τὸ μὲν ἀληθὲς ὡς μονοειδές τι καὶ ἁπλοῦν τὴν φύσιν νενόηται, οἷον ἐπὶ τοῦ παρόντος τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽ καὶ τὸ ῾῾ἐγὼ διαλέγομαι᾽᾽, ἡ δὲ ἀλήθεια ὡς ἂν ἐπιστήμη καθεστηκυῖα τοὐναντίον συστηματική τε καὶ πλειόνων ἄθροισμα τυγχάνειν ὑπείληπται.