1.

[7.41] ᾧ οὖν λόγῳ ἕτερόν τί ἐστιν ὁ δῆμος καὶ ἕτερον ὁ πολίτης, καὶ δῆμος μὲν τὸ ἐκ πολλῶν πολιτῶν ἄθροισμα, πολίτης δὲ ὁ εἷς, τῷ αὐτῷ λόγῳ διενήνοχεν 〈ἡ〉 ἀλήθεια τοῦ ἀληθοῦς, καὶ ὡμοίωται ἡ μὲν ἀλήθεια τῷ δήμῳ, τὸ δὲ ἀληθὲς τῷ πολίτῃ, διὰ τὸ τὴν μὲν εἶναι συστηματικήν, τὸ δὲ ἁπλοῦν.