1.

[7.44] γνώμης τοῦτο ποιεῖν, καὶ ὃν τρόπον γραμματικὸς σολοικισμοῦ τιθεὶς ὑπόδειγμα σολοικισμὸν 〈μὲν〉 προφέρεται, οὐ σολοικίζει δέ (οὐ γὰρ παρὰ ἀπειρίαν τοῦ ὀρθοῦ λόγου τοῦτο πάσχει), ὧδε καὶ ὁ σοφός, τουτέστιν ὁ τὴν τοῦ ἀληθοῦς ἐπιστήμην ἔχων, ἐρεῖ μέν ποτε ψεῦδος, ψεύσεται δὲ οὐδέποτε διὰ τὸ μὴ ἔχειν τὴν γνώμην ψεύδει συγκατατιθεμένην.