1.

[7.46] (§§ 46-53 cfr. PH II 17-18) Ταῦτα καὶ περὶ τῆς ἀληθείας κατά τινας προαποδόντες ἀκολούθως καὶ τὴν γενομένην τοῖς δογματικοῖς φιλοσόφοις διάστασιν περὶ τοῦ κριτηρίου σκοπῶμεν˙ ἀνάγκη γάρ ἐστι ζητοῦντας περὶ τῆς τούτου ὑπάρξεως συνεπιθεωρεῖν καὶ ὅ τι ἐστίν.