1.

[7.47] πολλαὶ μὲν οὖν καὶ ποικίλαι διαιρέσεις φέρονται κατὰ τὸν τόπον˙ ἀλλ' ἡμῖν ἀπόχρη πρὸς τὸ παρὸν λέγειν, ὅτι οἱ μὲν ἀνεῖλον τὸ κριτήριον, οἱ δὲ ἀπέλιπον. καὶ τῶν ἀπολιπόντων τρεῖς αἱ ἀνωτάτω γεγόνασι στάσεις˙ οἱ μὲν γὰρ ἐν λόγῳ τοῦτο ἀπέλιπον, οἱ δὲ ἐν ταῖς ἀλόγοις ἐναργείαις, οἱ δὲ ἐν ἀμφοτέροις.