1.

[7.49] ὧν Ξενοφάνης μὲν κατά τινας εἰπὼν πάντα ἀκατάληπτα ἐπὶ ταύτης ἔστη τῆς φορᾶς, ἐν οἷς γράφει (Cfr. 21 B 34 Diels-Kranz)
‘καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν, οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων˙
εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών,
αὐτὸς ὅμως οὐκ οἶδε˙ δόκος δ' ἐπὶ πᾶσι τέτυκται.’