1.

[7.50] διὰ τούτων γὰρ σαφὲς μὲν ἔοικε λέγειν τἀληθὲς καὶ τὸ γνώριμον, καθὸ καὶ λέγεται (Cfr.
Euripid. Phoen. 469
)
‘ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,’
ἄνδρα δὲ τὸν ἄνθρωπον, τῷ εἰδικῷ καταχρώμενος ἀντὶ τοῦ γένους˙ εἶδος γὰρ ἀνθρώπου καθέστηκεν ὁ ἀνήρ. σύνηθες δ' ἐστὶ τούτῳ χρῆσθαι τῷ τρόπῳ τῆς φράσεως καὶ Ἱπποκράτει, ὅταν λέγῃ (
Aphor. VII 43
)
‘γυνὴ ἀμφιδέξιος οὐ γίνεται’,
τουτέστι θήλεια ἐν τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας οὐ συνίσταται. ἀμφὶ θεῶν δὲ ὑποδειγματικῶς περί τινος τῶν ἀδήλων, δόκον δὲ τὴν δόκησιν καὶ τὴν δόξαν.