1.

[7.54] μὴ ὄντος γάρ τινος ἀληθοῦς κατὰ διαφορὰν τοῦ ψεύδους, ἀλλὰ πάντων ψευδῶν ὄντων καὶ διὰ τοῦτο ἀκαταλήπτων, οὐδὲ διακριτικόν τι τούτων ἔσται κριτήριον. τὸ δ' ὅτι πάντα ἐστὶ ψευδῆ καὶ διὰ τοῦτο ἀκατάληπτα, δείκνυται ἐκ τῆς τῶν αἰσθήσεων διαβολῆς˙ εἰ γὰρ τὸ ἐπαναβεβηκὸς κριτήριον πάντων τῶν πραγμάτων ἐστὶ ψευδές, ἐξ ἀνάγκης καὶ πάντα ἐστὶ ψευδῆ. τὸ δέ γε ἐπαναβεβηκὸς κριτήριον πάντων τῶν πραγμάτων εἰσὶν αἱ αἰσθήσεις, καὶ δείκνυνται ψευδεῖς˙ πάντα ἄρα τὰ πράγματά ἐστι ψευδῆ.