1.

[7.55] Καὶ Ἀνάχαρσις, ὡς φασίν, ὁ Σκύθης πάσης τέχνης τὴν κριτικὴν κατάληψιν ἀναιρεῖ, σφόδρα τε ἐπιτιμᾷ τοῖς Ἕλλησι ταύτην ἀπολείπουσιν˙ τίς γάρ ἐστι, φησίν, ὁ κρίνων τι τεχνικῶς; ἆρά γε ὁ ἰδιώτης ἢ ὁ τεχνίτης; ἀλλ' ἰδιώτην μὲν οὐκ ἂν εἴποιμεν˙ (Cfr. PH III 259) πεπήρωται γὰρ πρὸς τὴν γνῶσιν τῶν τεχνικῶν ἰδιωμάτων, καὶ ὡς οὔτε τυφλὸς λαμβάνει τὰ τῆς ὁράσεως ἔργα οὔτε κωφὸς τὰ τῆς ἀκοῆς, οὕτως οὐδὲ ὁ ἄτεχνος ὀξυωπεῖ πρὸς τὴν κατάληψιν τοῦ τεχνικῶς ἀποτελεσθέντος, ἐπεί τοι ἐὰν καὶ τούτῳ μαρτυρῶμεν τήν τινος πράγματος τεχνικοῦ κρίσιν, οὐ διοίσει τῆς τέχνης ἡ ἀτεχνία, ὅπερ ἐστὶν ἄτοπον˙ ὥστε οὐχ ὁ ἰδιώτης ἐστὶ κριτὴς τῶν τεχνικῶν ἰδιωμάτων.