1.

[7.56] λείπεται ἄρα λέγειν τὸν τεχνίτην˙ ὃ πάλιν ἐστὶν ἀπίθανον. ἤτοι γὰρ ὁ ὁμόζηλος τὸν ὁμόζηλον ἢ ὁ ἀνομόζηλος τὸν ἑτερόζηλον κρίνει. ἀλλ' ὁ ἑτερόζηλος οὐχ οἷός τέ ἐστι κρίνειν τὸν ἑτερόζηλον˙ τῆς γὰρ ἰδίας τέχνης ἐστὶν ἐπιγνώμων, πρὸς δὲ τὴν ἀλλοτρίαν ἰδιώτης καθέστηκεν.